Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.50 Joseph. AJ 18.55 (English) >>Joseph. AJ 18.60

18.53

Ἐτελεύτησεν δὲ καὶ τῆς Κομμαγηνῆς βασιλεὺς Ἀντίοχος, διέστη δὲ τὸ πλῆθος πρὸς τοὺς γνωρίμους καὶ πρεσβεύουσιν ἀφʼ ἑκατέρου μέρους, οἱ μὲν δυνατοὶ μεταβάλλειν τὸ σχῆμα τῆς πολιτείας εἰς ἐπαρχίαν ἀξιοῦντες, τὸ πλῆθος δὲ βασιλεύεσθαι κατὰ τὰ πάτρια. 18.54καὶ ψηφίζεται σύγκλητος Γερμανικὸν πέμπειν διορθώσοντα τὰ κατὰ τὴν ἀνατολὴν πραγματευομένης αὐτῷ τῆς τύχης εὐκαιρίαν τοῦ θανάτου· καὶ γὰρ γενόμενος κατὰ τὴν ἀνατολὴν καὶ πάντα διορθώσας ἀνῃρέθη φαρμάκῳ ὑπὸ Πείσωνος, καθὼς ἐν ἄλλοις δεδήλωται. 18.55

Πιλᾶτος δὲ τῆς Ἰουδαίας ἡγεμὼν στρατιὰν ἐκ Καισαρείας ἀγαγὼν καὶ μεθιδρύσας χειμαδιοῦσαν ἐν Ἱεροσολύμοις ἐπὶ καταλύσει τῶν νομίμων τῶν Ἰουδαϊκῶν ἐφρόνησε, προτομὰς Καίσαρος, αἳ ταῖς σημαίαις προσῆσαν, εἰσαγόμενος εἰς τὴν πόλιν, εἰκόνων ποίησιν ἀπαγορεύοντος ἡμῖν τοῦ νόμου. 18.56καὶ διὰ τοῦτο οἱ πρότερον ἡγεμόνες ταῖς μὴ μετὰ τοιῶνδε κόσμων σημαίαις ἐποιοῦντο εἴσοδον τῇ πόλει. πρῶτος δὲ Πιλᾶτος ἀγνοίᾳ τῶν ἀνθρώπων διὰ τὸ νύκτωρ γενέσθαι τὴν εἴσοδον ἱδρύεται τὰς εἰκόνας φέρων εἰς τὰ Ἱεροσόλυμα. 18.57οἱ δʼ ἐπεὶ ἔγνωσαν κατὰ πληθὺν παρῆσαν εἰς Καισάρειαν ἱκετείαν ποιούμενοι ἐπὶ πολλὰς ἡμέρας ἐπὶ μεταθέσει τῶν εἰκόνων. καὶ μὴ συγχωροῦντος διὰ τὸ εἰς ὕβριν Καίσαρι φέρειν, ἐπείπερ οὐκ ἐξανεχώρουν λιπαρεῖν κατὰ ἕκτην ἡμέραν ἐν ὅπλοις ἀφανῶς ἐπικαθίσας τὸ στρατιωτικὸν αὐτὸς ἐπὶ τὸ βῆμα ἧκεν. τὸ δʼ ἐν τῷ σταδίῳ κατεσκεύαστο, ὅπερ ἀπέκρυπτε τὸν ἐφεδρεύοντα στρατόν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.50 Joseph. AJ 18.55 (English) >>Joseph. AJ 18.60

Powered by PhiloLogic